Перевод: с греческого на английский

с английского на греческий

ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν

  • 1 ἀμφί

    ἀμφί A prep. I c. acc.
    1 of place.
    a beside, around

    παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν O. 1.17

    γλυκὺν ἀμφὶ κᾶπον P. 5.24

    Ἐφυραίων ὄπ' ἀμφὶ Πηνειὸν γλυκεῖαν προχεόντων ἐμὰν P. 10.56

    οὐδέ ποτε ξενίαν οὗρος ἐμπνεύσαις ὑπέστειλ' ἱστίον ἀμφὶ τράπεζαν I. 2.40

    ἥρωες αἰδοίαν ἐμείγνυντ' ἀμφὶ τράπεζαν θαμά fr. 187.
    b at, in

    θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου O. 9.96

    c met., over, in defence of

    ἁνίκ' ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδάν O. 9.31

    2 of time. during, for

    λοιπὸν ἀμφὶ βίοτον O. 1.97

    τὸν ὅλον ἀμφὶ χρόνον O. 2.30

    τραπέζαισί τ' ἀμφὶ δεύτατα κρεῶν σέθεν διεδάσαντο (sign. dub.: during the last courses: others assume ἀμφί to be adverbial, or join it with τραπέζαις) O. 1.50
    3 in the manner of, after ἀείδετο δὲ

    πὰν τέμενος τὸν ἐγκώμιον ἀμφὶ τρόπον O. 10.77

    4 about, concerning

    κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις φᾶμαι Κυπρίων P. 2.15

    ὦναξ, ἑκόντι δ' εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν ἀμφ ἕκαστον ὅσα νέομαι P. 8.69

    εὐθὺς δ' ἀπήμων κραδία κᾶδος ἀμφ ἀλλότριον N. 1.54

    ἢ ἀμφ' Ἰόλαον; (sc. θυμὸν τεὸν εὔφρανας;) I. 7.9 ]

    ν ἀμφὶ πόλιν φλεγε[ Pae. 18.4

    II c. gen.
    1 about, concerning

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν O. 12.8

    μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος N. 10.4

    2 for the sake of

    τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν P. 4.276

    οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν P. 9.105

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.66

    III c. dat.
    1 beside

    ἦ πολλ' ἀμφὶ κρουνοῖς ἔπαθεν O. 13.63

    ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες P. 4.180

    τό σφ' ἔχει κυπαρίσσινον μέλαθρον ἀμφ ἀνδριάντι σχεδόν P. 5.40

    κεῖνος ἀμφ' Ἀχέροντι ναιετάων N. 4.85

    ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροὶ ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ N. 8.30

    βαθυκρήμνοισι δ' ἀμφ ἀκταῖς Ἑλώρου N. 9.40

    ἀμφί τε Παρνασσίαις πέτραις Pae. 2.97

    2 round, on

    ἀμφὶ κόμαισι βάλῃ κόσμον ἐλαίας O. 3.13

    ἀμφὶ δ' ἀνθρώπων φρασὶν ἀμπλακίαι κρέμανται O. 7.24

    τρία ἔργα ποδαρκὴς ἁμέρα θῆκε κάλλιστ' ἀμφὶ κόμαις O. 13.39

    φάρμακον πραὺ τείνων ἀμφὶ γένυι O. 13.85

    δεξιτέρῳ μόνον ἀμφὶ ποδί P. 4.96

    3 in respect of, in the field of, esp. of what is at stake.

    αἰεὶ δ' ἀμφ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον O. 5.15

    μήλων τε κνισσαέσσα πομπὰ καὶ κρίσις ἀμφ' ἀέθλοις O. 7.80

    εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ νέμεσιν διχόβουλον μὴ θέμεν O. 8.86

    οἷον δ' ἐν Μαραθῶνι μένεν ἀγῶνα

    πρεσβυτέρων ἀμφ' ἀργυρίδεσσιν O. 9.90

    ἐν ἡρωίαις ἀρεταῖσιν οὐ ψεύσομ' ἀμφὶ Κορίνθῳ O. 13.52

    καὶ τὸ λοιπὸν ὁμοῖα διδοῖτ' ἐπ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν P. 5.119

    ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    ξυναῖσι δ' ἀμφ ἀρεταῖς τέταμαι P. 11.54

    ὅσσα δ' ἀμφ ἀέθλοις Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται N. 2.17

    πέφανται οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας N. 6.14

    χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις ὑπερώτατα N. 8.42

    ὃς δ' ἀμφ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρὸν I. 1.50

    μαρνάσθω τις ἔρδων ἀμφ' ἀέθλοισιν I. 5.55

    4 owing toΠέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαις ἁλίσκεταιO. 8.42

    κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν P. 1.12

    ὕμνον τὸν ἐδέξαντ' ἀμφ ἀρετᾷ P. 1.80

    τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ P. 8.34

    μάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἀμφ Ἑλένᾳ πυρωθέντων Τρώων ἔλυσε δόμους ἁβρότατος P. 11.33

    σέο δ' ἀμφὶ τρόπῳ τῶν τε καὶ τῶν χρήσιες (“ton caractère te permet d'employer l'une comme l'autre.” Puech.) N. 1.29

    τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς N. 10.60

    ἢ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς; (sc. θυμὸν τεὸν εὔφρανας;) I. 7.8

    Ζεὺς ὅτ' ἀμφὶ Θέτιος ἀγλαός τ ἔρισαν Ποσειδὰν γάμῳ I. 8.27

    πιστὰ δ' Ἀγασικλέει μάρτυς ἤλυθον ἐς χορὸν ἐσλοῖς τε γονεῦσιν ἀμφὶ προξενίαισι Παρθ. 2. 41.
    5 in honour of

    ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγἐλελίζων O. 9.13

    ἀναβάσομαι στόλον ἀμφ' ἀρετᾷ κελαδέων P. 2.62

    ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει ἡσυχᾷ N. 7.80

    6 of time, in the course of

    ἁλίῳ ἀμφ' ἑνί O. 13.37

    B adv., all round

    ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους P. 4.81

    εἶπε δ' ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις P. 9.120

    οὐδὲ μολόντων πὰρ ματέρ' ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν P. 8.85

    Lexicon to Pindar > ἀμφί

  • 2 πρός

    1 prep. c. acc.
    a to, toward

    πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται Ἡρακλέος σταλᾶν O. 3.43

    πρὸς Πιτάναν δεῖ σάμερον ἐλθεῖν O. 6.28

    κοίλαν πρὸς ἄγυιαν θνᾳσκόντων (v. l. ἐς) O. 9.34 Νείλοιο πρὸς πῖον τέμενος ΚρονίδαP. 4.56 ἐλθόντας πρὸς Αἰήτα θαλάμουςP. 4.160

    ἔβαν Ἴρασα πρὸς πόλιν P. 9.106

    ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαίαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον πλόον P. 10.28

    θυμέ, τίνα πρὸς ἀλλοδαπὰν ἄκραν ἐμὸν πλόον παραμείβεαι N. 3.26

    κατέδρακεν Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν N. 4.24

    βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται πρὸς Ἰόνιον πόρον N. 4.53

    Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν lying to the west N. 4.69 ἀνὰ δ' ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου up to N. 5.51

    πρὸς ἄκρον ἀρετᾶς ἦλθον N. 6.23

    πρὸς Ἴλου πόλιν N. 7.30

    ᾤχετο δὲ πρὸς θεόν N. 7.40

    ( ἀρετά)

    ἀερθεῖσ' πρὸς ὑγρὸν αἰθέρα N. 8.41

    ἀλλ' ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάν I. 2.42

    πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν fr. 124. 7. πρὸς Ὄλυμπον Θρ. 7. 15. irregular position:

    πρὸς δ' ἑταῖροι καρτερὸν ἄνδρα φίλας ὤρεγον χεῖρας P. 4.239

    I

    γέρονθ ὅτι Πρίαμον πρὸς ἑρκεῖον ἤναρε βωμὸν ἐπενθορόντα Pae. 6.114

    τέλος δ ἀείραις πρὸς στιβαρὰς ἐπάραξε πλευράς fr. 111. 4. “ δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψαν” (Schr.: δ' εἰς codd., valde corrupti) fr. 168. 2.
    II in opposition, answer to: against

    ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον O. 2.88

    χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων O. 10.84

    χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν P. 2.88

    μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀχρεῖον λόγον fr. 180. 1.
    c towards (the time of), about

    πρὸς εὐάνθεμον δ' ὅτε φυὰν O. 1.67

    τὸν δὲ σύγκοιτον γλυκὺν παῦρον ἐπὶ γλεφάροις ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ P. 9.25

    τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα N. 9.44

    d of mental direction, to

    πρὸς ἡσυχίαν φιλόπολιν τετραμμένον O. 4.16

    ὄφρα ἵκωμαι πρὸς ἀνδρῶν καὶ γένος O. 6.24

    τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδανP. 4.140

    θυμὸν ἐκδόσθαι πρὸς ἥβαν P. 4.295

    πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ I. 3.10

    πτάμεναι νοήματι πρὸς Ἀφροδίταν (Wil.: ποτ τὰν codd.) fr. 122. 5.
    e with a view to, with the object of

    ἀμφ' ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον κινδύνῳ κεκαλυμμένον O. 5.15

    ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς O. 8.8

    ἐρεθίζομαι πρὸς ἀυτὰ[ν] I am provoked to song fr. 140b. 14.
    f in respect of, in

    ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι N. 8.4

    g by reference to, according to

    τῶν νῦν δὲ καὶ Θρασύβουλος πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα P. 6.45

    2 c. gen. a. of pers., at the hands of, from, by

    χρὴ πρὸς μακάρων τυγχάνοντ' εὖ πασχέμεν P. 3.103

    δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

    ἀπαθὴς δ' αὐτὸς πρὸς ἀστῶν P. 4.297

    ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον N. 9.45

    καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις N. 10.42

    τετίματαί τε πρὸς ἀθανάτων φίλος I. 4.59

    πρὸς δ' Ἀφροδίτας ἀτιμασθεὶς fr. 123. 6. ἥροες ἁγνοὶ πρὸς ἀνθρώπων καλέονται fr. 133. 6.
    b in the eyes of

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    c by in prayers, invocations.

    πρὸς Ὀλυμπίου Διός σε, χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι με δέξαι Pae. 6.1

    ἀλλά σε πρὸς Διός, ἱπποσόα θοάς, ἱκετεύω Pae. 9.7

    d under the force of, in the face of

    πένθος δὲ πίτνει βαρὺ κρεσσόνων πρὸς ἀγαθῶν O. 2.24

    e from τᾶς δὲ Θεοξένου ἀκτῖνας πρὸς ὄσσων μαρμαρυζοίσας δρακείς (Kaibel: ἀκτῖνας ὄσσων, ἀκτῖνας προσώπων codd.) fr. 123. 2.
    3 c. dat., on at

    ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν P. 1.86

    [ πρὸς τέρμασιν (coni. Boeckh: ἐν codd.) P. 9.114] ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν (v. l. ἐσχατιὰς) I. 6.12

    Lexicon to Pindar > πρός

  • 3 ὕπατος

    ὕπᾰτος (-ος, -ον, -ε: -ον, -οισιν, -ον.)
    1 highest, most glorious

    ὕπατον ποτὶ δῶμα Διός O. 1.42

    τὸ δ' αἰεὶ παράμερον ἐσλὸν ὕπατον ἔρχεται pr. O. 1.100

    ὕπατον δ' ἔσχεν Πίσα Ἡρακλέος τεθμόν N. 10.32

    ὑπάτοισιν βουλεύμασι (of Zeus) Δ. 4. 36. of pers.,

    ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    ὁ Παρνάσσιος αὐτὸν μυχὸς διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν P. 10.9

    of Zeus,

    ὕπατ' εὐρὺ ἀνάσσων Ὀλυμπίας Ζεῦ πάτερ O. 13.24

    γόνον ὑπάτων μὲν πατέρων μελπόμενοι γυναικῶν τε Καδμειᾶν (Dionysos) fr. 75. 11.

    Lexicon to Pindar > ὕπατος

  • 4 εἰμί

    εἰμί ( εἰμί), [ἔσσι], ἐσσί, ἔστιν), ἐστίν), ἔσθ, εἰμέν, ἐντί, εἰσίν, ἔντι; εἴην, εἴη; ἔστω; ἐών, ἐόντα, ὄντα, ἐόντων, ἐοῖσα, ἐοῖσαν, ἐόντων; ἔμμεναι, ἔμμεν, [εἶναι codd.]: fut. ἔσομαι, ἔσσομαι, ἔσεται, ἔσσεται, ἔσται; ἐσσομένας gen., ἐσσόμενον, ἐσσόμενα; ἔσσεσθαι, ἔσεσθαι: impf. ἦν, ἔσαν, ἦσαν; ἔσκεν.)
    1 be. A
    1 c. predicative adj.
    a

    ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι O. 1.32

    τὸ πόρσω δ' ἐστὶ σοφοῖς ἄβατον κἀσόφοις O. 3.44

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.13

    ἠὺ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν O. 5.16

    ἦν δὲ κλέος βαθύ O. 7.52

    φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ O. 7.56

    τερπνὸν δ' ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν O. 8.53

    μάτρωος δ' ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν O. 9.64

    ὁ δὲ λόγος δόξαν φέρει, λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν P. 1.37

    γένοἰ οἷος ἐσσὶ μαθών P. 2.72

    [ ἀβάπτιστός εἰμι (codd.: εἶμι Schnitzer) P. 2.80]

    σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι P. 3.107

    ἔσομαι τοῖοςP. 4.156

    δίδυμαι γὰρ ἔσαν ζωαί P. 4.209

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ ἔσεται P. 5.54

    εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν P. 5.92

    ἐδόκησέν τε ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    κρυπταὶ κλαίδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτωνP. 9.39

    θεὸς εἴη ἀπήμων κέαρ P. 10.21

    θαμὰ δ' ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί N. 1.24

    ἐστὶ δ' αἰετὸς ὠκὺς ἐν ποτανοῖς N. 3.80

    τὸ δ' ἐναντίον ἔσκεν N. 5.31

    σέο δὲ προπράον' ἔμμεν ξεῖνον ἀδελφεόν τ (Schr.: προπρεῶνα μέν codd.) N. 7.86 ξανθοκομᾶν Δαναῶν ἦσαν μέγιστοι <¯˘¯> N. 9.17

    ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ' ἦν οὐδ ἐργάτις I. 2.6

    ἐσσὶ γὰρ ὦν σοφός I. 2.12

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων I. 2.30

    ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά ( ἔστι Er. Schmid) I. 8.15 ἄλοχον εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν (Tricl.: ἔμμεναι codex) I. 8.29 ἦν γὰρ τὸ πάροιθε φορητὰ sc. Delos fr. 33d. 1.

    νεόπολίς εἰμι Pae. 2.28

    ἄνιππός εἰμι Pae. 4.27

    λίαν μοι [δέο]ς ἔμπεδον

    εἴη κεν Pae. 4.49

    κατεκρίθης δὲ θνατοῖς ἀγανώτατος ἔμμεν Pae. 16.7

    = fr. 147 Schr. σῶμα δ' ἐστὶ θνατόν Παρθ. 1. 1. τί ἔρδων φίλος σοι εἴην, τοῦτ αἴτημί σε (<ἂνγτ; εἴην coni. Christ) fr. 155. 3. νὸκακ ἔμμεναι fr. 169. 17.
    b with infinitive added.

    ἦν δ' ἐσορᾶν καλός O. 8.19

    εἲην εὑρησιεπὴς ἀναγεῖσθαι O. 9.80

    ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαιP. 4.139

    εἰμὶ δ' ἄσχολος ἀναθέμεν P. 8.29

    ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον P. 10.50

    καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι N. 5.18

    αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν I. 2.37

    c impersonal.

    ἀλλὰ μοιρίδιον ἦν P. 1.55

    2 c. pred. subs.

    ἦν Τάνταλος οὗτος O. 1.55

    Σικελίας ἔσαν ὀφθαλμός O. 2.9

    εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, τίνα κεν φύγοι ὕμνον; O. 6.4

    Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός, περὶ θνατῶν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον O. 6.50

    ἐσσὶ γὰρ ἄγγελος ὀρθός ( εεσι Π: ἔστι vel εἶσι Wi<*>.) O. 6.90

    ἐκέλευσεν νεῦσαι μιν ἑᾷ κεφαλᾷ ἐξοπίσω γέρας ἔσσεσθαι O. 7.68

    φάτο δΕὐρύπυλος ἔμμεναιP. 4.34 οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις ἈφροδίταςP. 4.87Ποίαν γαῖαν, ὦ ξεῖν, εὔχεαι πατρίδ' ἔμμεν;” P. 4.98 καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω ΖεὺςP. 4.167

    ἐσσὶ δ' ἰατὴρ ἐπικαιρότατος P. 4.270

    βασιλεὺς ἐσσὶ P. 5.16

    Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς P. 9.14

    φίλτατον παρθενικαὶ πόσιν ἢ υἱὸν εὔχοντ, ὦ Τελεσίκρατες, ἔμμεν (sc. σε) P. 9.100

    πάτραν ἵν' ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι N. 4.79

    οὐκ ἀνδριαντοποιός εἰμ N. 5.1

    ξεῖνός εἰμι N. 7.61

    φαῖμέν κε γείτον' ἔμμεναι νόῳ φιλήσαντ ἀτενέι γείτονι χάρμα πάντων ἐπάξιον N. 7.87

    ἀρχοὶ δοὐκ ἔτ' ἔσαν Ταλαοῦ παῖδες N. 9.14

    οὐ θαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν N. 10.51

    πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ N. 10.58

    ἐσσί μοι υἱός” (Snell ἔσσι) N. 10.80

    φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν I. 6.72

    τί ἔλπεαι σοφίαν ἔμμεν (Bergk: εἶναι Stobaeus: om. Clem. Alex.) fr. 61. 1. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν κέντρον fr. 124. 2. εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος fr. 134. φὰν δ' ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος fr. 243. as inf. of purpose,

    ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον P. 9.118

    Θέμιν Μοῖραι ἇγον σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν fr. 30. 6.
    3 emphatic, there is, are

    ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι O. 9.104

    ἐξ ὀνείρου δαὐτίκα ἦν ὕπαρ O. 13.67

    ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον P. 3.21

    δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

    ὅσαι τεἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε P. 5.116

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ P. 12.30

    ἔστι δ' ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον N. 1.10

    εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται N. 7.74

    ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι N. 8.32

    ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι N. 8.50

    ἔστι δέ τις λόγος ἀνθρώπων N. 9.6

    ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι N. 10.20

    τίς δὴ λύσις ἔσσεται πενθέων;” N. 10.77 οὐ γὰρ ἦν πενταέθλιον (Calliergus; ἦεν, ἦς codd.) I. 1.26

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων I. 4.31

    τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις (Boeckh: εἶναι codd.) I. 6.20

    οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις ἅτις οὐ Πηλέος ἀίει κλέος I. 6.24

    ]ον τέλος [ἔς]ται[ (ἔσσεται Σ̆{im}) Πα. 7C. 6. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69. “ἦν διακρῖναι ἰδόντ' λτ;οὐγτ; πολλὸς ἐν καιρῷ χρόνος” fr. 168. 6. χρυσέων βελέων ἐντὶ τραυματίαι ( ἔντι alii) fr. 223.
    4 c. dat. (= ἔχω.) πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας (= ἐστί Boeckh, wrongly) O. 2.84 ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον

    ἐρδόμενον O. 8.77

    πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν N. 6.45

    εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ N. 8.35

    ἔστι σοι τούτων λάχοςN. 10.85

    ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ I. 3.9

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος I. 4.1

    ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ ΤελαμώνI. 6.52 cf. also O. 12.1—2.
    5 be (situated)

    τοῖσι μὲν ἐξεύχετἐν ἄστει Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν O. 13.62

    ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀίδαν βασιλέες ἱεροὶ ἐντί P. 5.98

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.45

    ἐντί τοι φίλιπποί ταὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες N. 9.32

    κατ' Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ ἔστι, καλλίστα θεῶν N. 10.18

    cf. B. 1.
    6 be, come to pass

    ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ P. 4.170

    χὤ τι μέλλει χὠπόθεν ἔσσεται, εὖ καθορᾷςP. 9.49
    7 c. gen.
    b possessive: be of, belong to

    γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας P. 3.60

    ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιάνιδες. ἔντι[ (edd.: ἕντι codex: ἐντὶ legendum) Θρ. 3. 1—2. cf. I. 4.31
    8 c. ἐκ, ἀπό.
    a be, come from

    χρὴ δ' ἀπ Ἀθανᾶν τέκτον ἀεθληταῖσιν ἔμμεν N. 5.49

    τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    b be born of

    υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου ἔμμεναι P. 12.18

    B part.
    1 pres. part.
    a [† ἅμα (codd.: ἐόντα Maas) O. 1.104]

    θεὸς ἐπίτροπος ἐὼν O. 1.106

    ἐμὲ πρόφαντον σοφίᾳ ἐόντα O. 1.116

    οὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος O. 6.19

    ὡραῖος ἐὼν καὶ καλὸς O. 9.94

    οἷος ἐὼν θρέψεν

    ποτὲ P. 3.5

    Ἰόλαον ὑμνητὸν ἐόντα P. 11.61

    ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾷ N. 3.19

    Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν N. 3.37

    Ἀχιλεὺς παῖς ἐὼν ἄθυρε N. 3.44

    κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις N. 7.47

    εἰ γάρ σφίσιν ἐμπεδοσθενέα βίοτον διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.100

    θυμὸς ἄτολμος ἐών N. 11.32

    Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει I. 1.30

    ἐὼν καλὸς I. 2.4

    θεότιμος ἐών I. 6.13

    ]βαρβι[τί]ξαι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ[ (forma valde dubia: v.l. ἀμβλύνοντα) fr. 124d.
    b where the part. is concessive.

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον P. 4.265

    καὶ πολυκλείταν περ ἐοῖσαν ὅμως Θήβαν ἐπασκήσει fr. 194. 4.
    c where the part. is conditional.

    ἀξιωθείην κεν, ἐὼν Θρασύκλου Ἀντία τε σύγγονος, Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων N. 10.39

    d following

    φαίνομαι. θαυμαστὸς ἐὼν φάνη O. 9.96

    ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς N. 4.30

    cf. P. 4.170
    e c. adv., being (situated) cf. A. 5 supra.

    εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι O. 6.104

    εἶδον γὰρ ἑκὰς ἐὼν P. 2.54

    ἐὼν δ' ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ ἀνήρ N. 7.64

    ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐὼνN. 10.87
    f subs., n. pl., goods, possessions

    οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὖ τε παθεῖν N. 1.32

    ]

    ἑκὰς ἐόντων Pae. 4.35

    m. pl., living ( φάμα· ἅ τε ὤπασεν τοιάδε τῶν τότ' ἐόντων φύλλ ἀοιδᾶν (ὡς ἄλλων ἐγκωμιακότων ποιητῶν. Σ.) I. 4.27
    2 fut. part.
    a

    ἀμφὶ πράξιος ἐσσομένας O. 12.8

    b subs.

    τά τ' ἐσσόμενα τότ ἂν φαίην σαφές O. 13.103

    ἐσσόμενον προιδεῖν συγγενὲς οἷς ἕπεται N. 1.27

    C various impersonal usages.
    a in wishes, εἴη c. (dat., acc. &) inf.

    εἴη σέ τε πατεῖν, ἐμέ τε ὁμιλεῖν O. 1.115

    εἴη, Ζεῦ, τὶν εἴη ἀνδάνειν P. 1.29

    φίλον εἴη φιλεῖν P. 2.83

    ἁδόντα δεἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν P. 2.96

    ( ῥῆμα)

    τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη N. 4.11

    εἴη μιν ἔρνεσι φράξαι χεῖρα I. 1.64

    εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς I. 6.7

    εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν fr. 127. 1.
    b c. adj., part. & inf.

    ἔστι δἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

    ἦν ὅτι νιν πεπρωμένον ἀμπνεῦσαι καπνόν O. 8.33

    θέσφατον ἦν Πελίαν θανέμεν P. 4.71

    φαντὶ δἔμμεν τοῦτ' ἀνιαρότατον, καλὰ γινώσκοντ ἀνάγκα ἐκτὸς ἔχειν πόδα P. 4.287

    ἔστι δἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν ὠαρίωνα νεῖσθαι N. 2.10

    συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμἀπὸ Σπάρτας N. 11.33

    πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν I. 8.32

    d c. dat. (& inf.?): it is one's duty ἔστι μοι πατρίδ' ἀρχαίαν κτενὶ Πιερίδ[ων (supp. Lobel: ἀγάλλειν supp. Snell, e. g.) fr. 215. 5.
    e ἔστιν ὅτε, ἦν ὅτε, there is, was a time when ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον fr. 83. subordinate verb suppressed: ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις, ἔστι δοὐρανίων ὑδάτων sometimes O. 11.1—2. ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί fr. 180.
    f οὐκ ἔστιν ὅπως, it is impossible that οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει βροτέᾳ φρενί fr. 61. 3. D dub. † ἔστι δέ τοι χέκωνκακίει καπνός ( ἔτι coni. Heyne) fr. 185. fragg. ]

    έμμεν ἁλίῳ κυ[ Pae. 6.149

    ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ]ὅτ' ἦσαν [fr. 111a. 3. ἐμμεν[ ?fr. 338. 3.

    Lexicon to Pindar > εἰμί

  • 5 ἀρετά

    ᾰρετά (-ά, -ᾶς, -ᾷ, -άν; -αί, -ᾶν, -αῖς, -αῖσιν), - άς)
    a distinction, talent, excellence, rarely of purely moral qualities.

    δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν O. 1.13

    γνησίαις ἐπ' ἀρεταῖς O. 2.11

    ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος O. 2.53

    ἐν δ' ἀρετὰν ἔβαλεν καὶ χάρματ ἀνθρώποισι προμαθέος αἰδώς O. 7.43

    οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά P. 1.94

    ἀρετᾷ κεκραμένον καθαρᾷ (sc. πλοῦτον) P. 5.2 ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν filial devotion P. 6.42

    ξυναῖσι δ' ἀμφ ἀρεταῖς τέταμαι P. 11.54

    ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς ὁ θνατὸς αἰών N. 3.74

    ἐμοὶ δ' ὁποίαν ἀρετὰν ἔδωκε Πότμος ἄναξ, εὖ οἶδ ὅτι χρόνος τελέσει N. 4.41

    ἀρχαῖαι δ' ἀρεταὶ ἀμφέροντ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος N. 11.37

    Ὅμηρος αὐτοῦ (= Αἴαντος)

    ὀρθώσαις ἀρετὰν I. 4.38

    ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς I. 7.22

    καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48

    κατερεῖς πόθεν ἔλαβες ναυπρύτανιν δαίμονα καὶ τὰν θεμίξενον ἀρετ[άν Pae. 6.131

    παντὶ δ' ἐπὶ φθόνος ἀνδρὶ κεῖται ἀρετᾶς Παρθ. 1.. εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν fr. 108a. 3. οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ (supp. Lobel) fr. 169. 15. ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσ' Ἀλάθεια fr. 205. 1. τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228.
    b esp. physical excellence, valour, prowess

    ἀγῶνα νέμειν ἀνδρῶν τ' ἀρετᾶς πέρι O. 3.37

    προξενίᾳ δ' ἀρετᾷ τ ἦλθον τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις O. 9.83

    πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι O. 9.100

    θάξαις δέ κε φύντ' ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος O. 10.20

    ὕμνον τὸν ἐδέξαντ' ἀμφ ἀρετᾷ P. 1.80

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν' ἀρετᾶς P. 2.14

    ἀμφ' ἀρετᾷ κελαδέων P. 2.62

    ἁ δ' ἀρετὰ κλειναῖς ἀοιδαῖς χρονία τελέθει P. 3.114

    φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς εὑρέσθαι P. 4.187

    μεγαλᾶν δ' ἀρετᾶν δρόσῳ μαλθακᾷ ῥανθεισᾶν κώμων ὑπὸ χεύμασιν (v. l. μεγάλαν δ' ἀρετὰν ῥανθεῖσαν) P. 5.98

    ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις τὰ μέγιστ' ἀέθλων ἕλῃ P. 10.23

    ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς ἦλθον N. 6.23

    ἀρετᾷ κριθεὶς εὔδοξος ἀείδεται Σωγένης N. 7.7

    εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    λάμπει δὲ σαφὴς ἀρετὰ ἔν τε γυμνοῖσι σταδίοις σφίσιν I. 1.22

    εἰ δ' ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν (ἀρετά, ἀρεταί Σ̆{γρ}.) I. 1.41

    μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν I. 2.44

    τὶν δ' ἐν Ἰσθμῷ διπλόα θάλλοισ ἀρετά, Φυλακίδα, κεῖται, Νεμέᾳ δὲ καὶ ἀμφοῖν Πυθέᾳ τε, παγκρατίου I. 5.17

    οἷοι δ' ἀρετὰν δελφῖνες ἐν πόντῳ sc. the Aiginetans with their ships I. 9.6
    c reputation, renown for prowess, glory

    ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα O. 7.89

    μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν O. 8.6

    πύκταν τέ νιν καὶ παγκρατίῳ (v. l. — ίου)

    φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ' ἀρετάν N. 5.53

    αὔξεται δ' ἀρετά (sic codd., v. αὔξεται) N. 8.40

    ἀνδρῶν δ' ἀρετὰν σύμφυτον οὐ κατελέγχει I. 3.13

    καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν I. 4.13

    d pl., deeds of prowess, achievements, exploits

    ἀρεταῖσι μεμαότας υἱούς O. 1.89

    στέφανόν τ' ἀρετᾶν O. 3.18

    πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων O. 3.43

    τόνδε κῶμον χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν O. 4.10

    ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον δέκευ O. 5.1

    ἀμφ' ἀρεταῖσι πόνος δαπάνα τε μάρναται O. 5.15

    ἀκίνδυνοι δ' ἀρεταὶ οὔτε παῤ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι O. 6.9

    τιμῶντες δ' ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται O. 6.72

    θάλλει δ' ἀρεταῖσιν O. 9.16

    τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς O. 11.6

    ἄκραις ἀρεταῖς ὑπερελθόντων O. 13.15

    ἐν ἡρωίαις ἀρεταῖσιν οὐ ψεύσομ' ἀμφὶ Κορίνθῳ O. 13.51

    ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

    v. P. 5.98 supra b.

    ἁ δικαιόπολις ἀρεταῖς κλειναῖσιν Αἰακιδᾶν θιγοῖσα νᾶσος P. 8.22

    ἀρεταὶ δ' αἰεὶ μεγάλαι πολύμυθοι P. 9.76

    κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.9

    ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις N. 1.34

    ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν N. 3.8

    παλαιαῖσι δ' ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ N. 3.32

    μυριᾶν δ' ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται N. 3.42

    ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας N. 6.47

    θρασύ μοι τόδ' εἰπεῖν φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν N. 7.51

    φλέγεται δ (sc. Ἄργος)

    ἀρεταῖς μυρίαις ἔργων θρασέων ἕνεκεν N. 10.2

    Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν I. 3.4

    ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας

    Ἰσθμίοις, ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν I. 4.3

    τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν I. 5.45

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.11

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς I. 6.56

    διαγινώσκομαι μὲν ἀρεταῖς ἀέθλων Ἑλλανίσιν (hypallage: exploits in the games of Greece.)

    Πα.. 22. ]ειν ἀπείρονας ἀρετὰς[ Αἰακ]ιδᾶν Pae. 6.176

    e fragg. ]

    ἀρετα[ Pae. 8.89

    ]ἀρετάν τε νέμεις[ ?fr. 333d. 25.

    Lexicon to Pindar > ἀρετά

  • 6 τοκεύς

    τοκεύς (-έων, -εῦσιν).) pl.
    a parents

    ἀμφοτέροις ὁμοῖοι τοκεῦσι P. 2.48

    ἁμετέρων ἀρχεδικᾶν τοκέωνP. 4.110 ἁμετέρων τοκέωνP. 4.150

    ὄφρα Μηδείας τοκέων ἀφέλοιτ' αἰδῶ P. 4.218

    ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; I. 1.5 ]τοκεῦσιν[ Θρ. 4. 17.

    Lexicon to Pindar > τοκεύς

  • 7 δοκέω

    δοκέω (δοκεῖ; δοκέοντα: fut. or ?aor. subj. δόξομεν, fut. [δοκ]ήσεις: aor. ἔδοξεν) ἔδοξε), ἔδοξαν; ἐδόκησεν, -αν: pf. pass. δεδόκηται as act.)
    1 pers.,
    a seem, be considered, be held c. inf. ἐδόκησαν ἐπ' ἀμφότερα μαχᾶν τάμνειν τέλος (sc. οἱ Κορίνθιοι) O. 13.56ἔδοξ[ε γὰρ] τεκεῖν πυρφόρον ἐρι[ (sc. Ἑκάβα) Πα. 8A. 19. c. dat. & inf.,

    ἔδοξεν αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἀελίου O. 3.24

    ἠὺ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν O. 5.16

    κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν ἔδοξεν O. 13.72

    ἐδόκησέν τε ( Ἀντίλοχος)

    τῶν πάλαι γενεᾷ ὁπλοτέροισιν ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.40

    c. inf. & pred. adj.

    πολλοῖς σοφὸς δοκεῖ πεδ' ἀφρόνων βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς P. 8.74

    σφόδρα δόξομεν δαίων ὑπέρτεροι ἐν φάει καταβαίνειν (byz.: δόξωμεν codd.) N. 4.37
    b expect ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ' Ἀίδα, πέσε δ ἀδόκητον ἐν καὶ δοκέοντα. ( δοκέοντι coni. Fennel: the Σ also explain ἔνδοξον. cf. Gerber, A. J. Ph. 1963, 182f.) N. 7.31
    c frag. δοκ]ήσεις οὐ πὰρ σκόπον (eΣ supp. Lobel) fr.6a.g.
    2 impers., c. inf., it is held good i. e. one decides

    εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι αὐτόθεν ἅλμαθ ὑποσκάπτοι τις N. 5.19

    c. dat. & inf.

    ἔδοξ' ἦρα καὶ ἀθανάτοις, ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν I. 8.59

    Lexicon to Pindar > δοκέω

  • 8 γενεά

    γενεά (-εά, -εᾶς, -εᾷ, -εᾷ, -εάν; -εαῖς)
    a clan, race, people

    Ζεφυρίων Λοκρῶν γενεὰν ἀλέγων O. 11.15

    κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ P. 7.3

    νόσοι δ' οὔτε γῆρας οὐλόμενον κέκραται ἱερᾷ γενεᾷ Hyperboreans P. 10.42 παλαίφατος γενεά Bassidai N. 6.31 κλειτᾷ γενεᾷ Bassidai N. 6.61 ὁ δ' ὄλβῳ φέρτατος ἵκετ ἐς κείνου γενεάν i. e. of Amphitryon, by begetting Herakles N. 10.14 τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον i. e. to the Kleonymidai I. 4.21

    μαρνάσθω τις ἔρδων ἀμφ' ἀέθλοισιν γενεὰν Κλεονίκου ἐκμαθών I. 5.55

    ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων for the people, his fellow citizens. I. 7.29 ἁ Μειδύλου δ' αὐτῷ γενεά (Hermann: γέννα codd.) fr. 190. therefore, in general, lineage, stock: “ κούρας δ' ὁπόθεν (sc. ἐστί) γενεὰν ἐξερωτᾷς, ὦ ἄνα;” P. 9.43
    I collectively, children

    οὐδέ ποτ' ἐκλείψειν γενεάν O. 6.51

    μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις ὀρφανὸν γενεᾶς O. 9.61

    πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ νίκαν P. 6.15

    γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών P. 11.57

    Λάμπωνος εὐαέθλου γενεᾶς ἕπερ I. 6.3

    τὰν δὲ λαῶν γενεὰν δαρὸν ἐρέπτοι Pae. 1.9

    c generation τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον Battos was the seventeenth generation descended from Euphamos P. 4.10

    ἀρχαῖαι δ' ἀρεταὶ ἀμφέροντ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος N. 11.38

    d age cf. Od. 19. 184.

    ἐδόκησέν τε τῶν πάλαι γενεᾷ ὁπλοτέροισιν ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.40

    Lexicon to Pindar > γενεά

  • 9 ὁπλότερος

    1 younger pl. pro subs.

    ἐδόκησέν τε τῶν πάλαι γενεᾷ ὁπλοτέροισιν ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.41

    Lexicon to Pindar > ὁπλότερος

  • 10 πάλαι

    a in ancient times.

    ἐδόκησέν τε τῶν πάλαι γενεᾷ ὁπλοτέροισιν ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.40

    τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι P. 11.46

    ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι N. 8.32

    ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι N. 8.51

    συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμ' ἀπὸ

    Σπάρτας N. 11.33

    οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες I. 2.1

    ὁ δ' ἐχθρὰ νοήσαις ἤδη φθόνος οἴχεται τῶν πάλαι προθανόντων Pae. 2.56

    τίμαθεν γὰρ τὰ πάλαι τὰ νῦν τ Παρθ. 2. 42.
    b since ancient times

    καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι N. 10.10

    τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν I. 5.44

    καλέοντί μιν Ὀρτυγίαν ναῦται πάλαι Πα. 7B. 48.

    Lexicon to Pindar > πάλαι

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»